Комментарий к «Метафизике» Аристотеля. (Книги Α, Β, Γ, Д)

- -
- 100%
- +
(А 2. 994 a – b)
Древнегреческий текст: "Τὸ --- θατέρῳ." Ἐπὶ τὸ ἕτερον σημαινόμενον τῶν ἐκ τῆς διαιρέσεως μετελήλυθεν, αὐτὸ τιθεὶς καὶ αὐτῷ παράδειγμα τὸ ὡς ἐξ ἀέρος ὕδωρ γίγνεται. Καὶ ὅτι μὴ ὁμοίως ὡς ἐκ μανθάνοντος ὁ ἐπιστήμων, μηδὲ ἐκ τοῦ μεταξύ, δείκνυσι· φθειρομένου γὰρ τοῦ ἑτέρου λέγεται γίγνεσθαι ἡ γένεσις τοῦ γιγνομένου, ἀλλ' οὐχ ὑπομένοντος καὶ τελειουμένου. "Διὸ ἐκεῖνα μὲν οὐκ ἀνακάμπτει εἰς ἄλληλα," τὰ μὲν τὸ πρῶτον σημαινόμενον γιγνόμενα, ἦν δὲ τὰ κατὰ τὸ τελειοῦσθαι· οὐ γὰρ ἀνακάμπτει ταῦτα ὥστε γίγνεσθαι ἐκ παιδὸς ἄνδρα καὶ πάλιν ἐξ ἀνδρὸς παῖδα, ὅτι τὸ τέλειον οὐκ ἐπάνεισιν ἐπὶ τὸ ἀτελές. Καὶ τὴν αἰτίαν ἀποδιδοὺς εἶπεν "οὐ γὰρ γίγνεται ἐκ τῆς γενέσεως τὸ γιγνόμενον, ἀλλὰ μὴν τὴν γένεσιν," τουτέστιν, οὐ γὰρ ἐκ τῆς ἄλλων φθορᾶς ἢ τῆς γενέσεως αὐτῆς τὸ οὕτω γιγνόμενον γίγνεται, ἀλλ' ἐκ τοῦ ἤδη γεγονότος· μόνον γὰρ τὴν γένεσιν τὸ γεγονέναι. Τὰ μὲν οὖν κατὰ φθορὰν τῶν ἔξωθεν γιγνόμενα ἀρχὴν τοῦ εἶναι τὴν γένεσιν ἔχει· ἡ γὰρ ἐκείνων μεταβολὴ καὶ φθορὰ τούτων γένεσις, ἀλλ' οὐκ ἐκεῖνα ὑπομένοντα ἢ γιγνόμενα. Τὰ δὲ τελειούμενα καὶ οὕτως ἔκ τινων λεγόμενα γίγνεσθαι, οὐκ ἐκ τῆς γενέσεως καὶ τῆς πρώτης μεταβολῆς γίγνεται, ἀλλὰ μόνον τὴν γένεσιν· τὸ μὲν γιγνόμενον ἐστὶ τὸ ἐκ τῆς γενέσεως γεγονός, οἷον τὸ βρέφος ὃ προϊὸν παῖς καὶ ἀνὴρ γίνεται, ὁ δὲ ἀνὴρ οὐκ ἐκ τῆς γενέσεως ἀλλ' ἐκ τοῦ γιγνομένου ἐκ τῆς γενέσεως καὶ τελειουμένου γίγνεται. Ὥστε οὐκ ἐκ τῆς γενέσεως ἀλλὰ μόνον τὴν γένεσιν γίνεται τὰ οὕτως γιγνόμενα. Εἰπὼν δὲ ὅτι μόνον τὴν γένεσιν, οὐκ ἐκ τῆς γενέσεως τὰ τελειούμενα γίγνεται, παρέθετο οὕτως γίγνεσθαι, ὡς καὶ ἡμέραν ἐκ τοῦ πρωΐ, διότι οὐκ ἐκ τοῦ πρωΐ ἡμέρα γίγνεται, οὐκέτι δ' ἐξ ἡμέρας πρωΐ, πρωΐ τὸν ὄρθρον λέγων, ἀτελὲς γὰρ τὸ πρωΐ· οὐχ ὁμοίως γὰρ ἐκ τοῦ πρωΐ ἡμέρα καὶ ἐξ Ὀλυμπίων Ἴσθμια· ἐπὶ μὲν γὰρ ἐκείνων μόνον τόδε μὴ τόδε καὶ χρόνου τάξις, οὐκέτι δὲ ὑποκείμενον θατέρῳ θάτερον· τὸ δὲ πρωΐ ἡμέρα γίγνεται μεταβάλλον καὶ ὑπομέν
a 2. 994 b. ἔμενον· ἀτελὴς γὰρ ἡμέρα τὸ πρωΐ, τῷ μηδέπω διηρθρῶσθαι ἐν αὐτῷ τὸ λαμπρὸν φῶς, ἀλλ' ἔτι ἀμυδρὸν εἶναι. Τὸ δὲ ὅτι μόνον τοῦτο εἶπεν, ὅτι γενομένου ὄρθρου μὲν ταῦτα αὐτὸς τελειούμενος ἡμέρα γίγνεται. Εἰπὼν δὲ τὰ γιγνόμενα μὴ ἀνακάμπτειν εἰς ἄλληλα, ὡς καὶ ἐκ τῶν παραδειγμάτων δῆλον καὶ ἐκ τῆς ῥηθείσης αἰτίας, λέγει περὶ τῶν κατὰ φθορὰν τινων ἐξ ἀλλήλων λεγομένων γίγνεσθαι, ἃ εἶπεν ἐκ τῆς γενέσεως γίγνεσθαι, ὅτι ταῦτα ἀνακάμπτει εἰς ἄλληλα. Ὡς γὰρ ἐξ ὕδατος ἀήρ, οὕτως ἐξ ἀέρος ὕδωρ· οὐ γὰρ θατέρῳ θάτερον τέλος, ἀλλ' ἔστι πάντα τὰ τοιαῦτα, ὅσα ἐκ τῆς γενέσεως γίγνεται, οἰκείαν μέν τινα ἔχοντα τελειότητα, κοινὴν δὲ ὕλην ἐπίσης δεκτικήν. Ὅτι δὲ τὰ οὕτω γινόμενα ἀνακάμπτει εἰς ἄλληλα, δῆλον ἐκ τῆς ἐναργείας, καὶ ἐκ τοῦ μὴ εἶναι ἐπ' ἄπειρον τὴν κατ' εἶδος τῶν σωμάτων φοράν, ἥτις ἦν ἂν εἰ ἐπ' ἄπειρον τοῦτον τὸν τρόπον ἄλλο ἐξ ἄλλου ἐγίγνετο.
Русский перевод: «То... другому». Он перешел к другому значению из [предложенного] деления, полагая его и приводя в качестве примера то, как из воздуха возникает вода. И что не подобным образом, как из изучающего — знающий, и не из среднего, он показывает; ибо через гибель одного говорится, что происходит возникновение возникающего, но не через пребывание и завершение. «Поэтому те [вещи] не возвращаются друг в друга» — те, что возникают по первому значению, а именно по завершению; ибо они не возвращаются так, чтобы из ребенка стал муж и опять из мужа — ребенок, потому что завершенное не возвращается к незавершенному. И объясняя причину, он сказал: «ибо возникающее происходит не из возникновения, но [лишь] через возникновение», то есть так возникающее происходит не из гибели других или из самого возникновения, но из уже возникшего; ибо только через возникновение [происходит] стать возникшим. Итак, возникающее через гибель внешнего имеет начало своего бытия в возникновении; ибо изменение и гибель тех [вещей] есть возникновение этих, но не те [вещи] пребывают или возникают. А завершающиеся и так называемые возникающие из чего-то происходят не из возникновения и первого изменения, но только через возникновение: возникающее есть то, что произошло из возникновения, например, младенец, который, продвигаясь, становится ребенком и мужем, а муж происходит не из возникновения, но из возникающего из возникновения и завершающегося. Так что так возникающие вещи происходят не из возникновения, но только через возникновение. Сказав же, что только через возникновение, а не из возникновения завершающиеся вещи возникают, он привел пример того, как и день [возникает] из утра, потому что не из утра возникает день, и не из дня — утро, называя утром рассвет, ибо утро незавершенно. Ибо не подобным образом из утра — день и из Олимпийских [игр] — Истмийские; ибо в тех [случаях] только «то-то не то-то» и порядок времени, но уже не субстрат для одного другого; а утро становится днем, изменяясь и пребывая; ибо утро есть незавершенный день, поскольку в нем еще не установился яркий свет, но он еще тусклый. А что он сказал только это, что когда наступает рассвет, то он сам, завершаясь, становится днем. Сказав же, что возникающие вещи не возвращаются друг в друга, как ясно из примеров и из сказанной причины, он говорит о тех, что через гибель друг друга, как говорится, возникают, которые он назвал возникающими из возникновения, что они возвращаются друг в друга. Ибо как из воды — воздух, так из воздуха — вода. Ибо одно не есть цель для другого, но все такие [вещи], сколько их возникает из возникновения, имеют некоторую свойственную им завершенность, но общую материю, одинаково восприимчивую. Что же так возникающие возвращаются друг в друга, ясно из очевидности и из того, что не может быть бесконечного круговорота тел по виду, который был бы, если бы таким образом одно из другого возникало бесконечно.
Глава IX. О том, чторяд причин не может быть бесконечным по виду (Книга A, Глава 2)
(А 2. 994 b)
Древнегреческий текст: "Τῶν --- εἶναι." Τῶν ἐκ τῶν μεταξὺ γιγνομένων, ἢ οὐκ ἐκ τῆς γενέσεως, ἀλλ' ἤδη ἔστιν ὄντα, λέγει, ὡς ἐγίγνετο τὰ τελειούμενα· τούτων γὰρ τέλος ἂν εἴη, καὶ ἔστι τινὰ ἤδη ὄντα μεταξύ. Ταῦτα μὲν οὖν διὰ τοῦτο οὐκ εἰς ἄπειρον ἔχει τὴν ἐπὶ τὸ κάτω γένεσιν, ὅτι ἔχει τι τέλος ἐφ' ὃ διὰ τῶν μεταξὺ πρόεισιν· οὐδὲ δὲ διὰ τὸ εἰς ἄλληλα ἀνακάμπτειν. ᾯ προσέθηκε τὸ "ἡ γὰρ θατέρῳ θατέρου γένεσίς ἐστιν." Δέδεικται δὲ τοῦτο ἐν τῇ Φυσικῇ Ἀκροάσει. Δύναται δὲ τὸ "τῶν δὴ ὄντων μεταξύ" εἰρηκέναι ὡς ἴσον τῷ, ἐφ' ὧν μὲν ὄντων μεταξύ, τούτων μεταξὺ τέλος τί ἐστιν.
"Μὴ --- εἶναι." Δείξας κοινῶς πρῶτον μὲν ὅτι οὐκ ἐπὶ τὸ ἄνω οἷόν τε εἶναι τὰ αἴτια, δεύτερον δὲ ὅτι μηδὲ ἐπὶ τὸ κάτω, νῦν περὶ ἑκάστου τῶν αἰτίων ἰδίᾳ δείκνυσιν ὅτι οὐκ ἐπ' ἄπειρόν τι αὐτῶν εἶναι οἷόν τε, καὶ πρῶτον μὲν ὅτι οὐχ ἡ ὑλικὴ αἰτία ἐπ' ἄπειρόν ἐστιν. Συγχρῆται δὲ εἰς τὴν δεῖξιν τῷ εἰς τὸ ἄνω ἐπ' ἄπειρον προϊόντα τὰ αἴτια, ὅτι τὸ πρῶτον ὑποκείμενον ἀΐδιον· εἰ γὰρ ἐγένετο, ἦν ἄν τι πρῶτον αὐτῷ, ἐξ οὗ ὑποκειμένου ἐγίγνετο, οὐκέτ' ἂν πρῶτον ἦν· ἐπεὶ δὲ μὴ τοῦτο, ἀΐδιον καὶ ἀγένητον γίγνεται τὸ πρῶτον ὑποκείμενον. Ἐξ οὗ ἄρα φθειρομένου γίγνεταί τι, οὐκ ἔστι τοῦτο τὸ πρῶτον ὑποκείμενον· ἀλλ' ἀΐδιον τὸ φθειρόμενον, τὸ δὲ πρῶτον ὑποκείμενον ἀΐδιον. Οὐ γὰρ ἡ ὕλη φθείρεται, ἀλλ' ἡ αὐτὴ μένει. Πρώτου δὲ φθαρέντος εἶπεν ὡς οὐκ ἐξ οὗ καθ' αὑτό, ἀλλὰ καὶ κατὰ συμβεβηκὸς φθαρέντος ἐγένετό τι, καὶ ἀΐδιον εἶναι· κατὰ συμβεβηκὸς γὰρ ἡ ὕλη φθείρεται (ὅτι τὸ συμβεβηκὸς αὐτῇ καὶ στέρησις φθείρεται ἐν τῇ γενέσει τῶν ἐκ τῆς ὕλης γιγνομένων),
a 2. 994 b. τοῦτο δὲ τὸ καθ' αὑτὸ φθειρόμενον· καθ' αὑτὴν δὲ ἄφθαρτος. Φθείροιτο δ' ἂν καθ' αὑτήν, εἰ ἐπ' ἄπειρον ἄλλο ἐξ ἄλλου γίγνοιτο καὶ μὴ πᾶσιν ἡ αὐτὴ μένοι τοῖς γιγνομένοις. Καὶ εἴη ἂν τὸ λεγόμενον ἴσον τῷ, ὁ λέγων ἄπειρον ἐπὶ τὸ ἄνω ἄλλο ἄλλου ὕλην γίγνεσθαι, οὗτος φθείρεσθαι λέγοι ἂν τὸ πρῶτον ὑποκείμενον, ὃ ἀνάγκη ἀΐδιον εἶναι, εἴγε τούτῳ μηκέτι ἄλλο ὑπόκειται· καὶ οὐκ ἐπ' ἄπειρον εἰς τὸ ἄνω τὰ αἴτια. Τοῦτο δὴ λέγοι ἂν φθείρεσθαι, εἰ μὴ πᾶσιν αὐτό ὑποκείμενον λέγοι τοῖς γιγνομένοις, ταὐτὸν μένον, ἀλλὰ λέγοι καὶ φθορὰν τοῦ ὑποκειμένου, τὸ μετ' αὐτὸ ὑποκείμενον φθαρέντος αὐτοῦ, καὶ τὸ ἐξ αὐτοῦ ἐγένετο οὐκ ἀΐδιον. Εἰ μὲν οὖν ἴσα ἢ ἐπὶ τὸ ἄνω τὰ αἴτια, δεῖ τι ἄρξασθαι, καὶ πρῶτόν γε ἐκ τῆς ὕλης τῆς πρώτης γενέσθαι· εἰ δὲ φθειρομένης αὐτῆς γίγνεται, ὅτε ἀΐδιος ἡ κίνησις εἴη, ὅτε ἔτι πρώτη καὶ ἀΐδιος αὐτὴ ἂν εἴη, καὶ πᾶσιν ὑποκειμένη πρώτη. Οὐκ ἐπ' ἄπειρον ἄρα ἡ ὑλικὴ αἰτία εἰς τὸ ἄνω πρόεισιν. Ἔστι γὰρ σφόδρα συντόμως τὸ εἰρημένον. Εἰπὼν δὲ "ἅμα δὲ καὶ ἀδύνατον τὸ πρῶτον ἀΐδιον ὂν φθαρῆναι," τὸ δεικτικὸν τοῦ εἶναι τὸ πρῶτον ἀΐδιον παρέθετο "ἐπεὶ οὐκ ἄπειρος ἡ γένεσις ἐπὶ τὸ ἄνω," οὐκέτι προθεὶς τὸ διὰ τοῦτο τὸ πρῶτον ὑποκείμενον ἀΐδιον. Εἰπὼν δὲ "τὰ δὲ εἰς ἄλληλα ἀνακάμπτει· ἡ γὰρ θατέρου φθορὰ θατέρου γένεσίς ἐστιν," ἐπισώσατο τοῦτο διὰ τοῦ τὸ πρῶτον ὑποκείμενον, ὅ ἐστιν ἡ κυρίως ὕλη, δεῖξαι ἀΐδιον ὄν· φθείροιτο γὰρ ἄν, εἰ μὴ ὑπομένοι καὶ σῴζοιτο ἐν πᾶσι τοῖς γιγνομένοις, ἀλλὰ τὰ γιγνόμενα ἐξ αὐτοῦ φθειρομένου αὐτοῦ γίγνοιτο, καὶ πάλιν οὕτω τὰ ἐκ τούτων, καὶ ἐπ' ἄπειρον τοῦτον τὸν τρόπον ἡ ὑλικὴ αἰτία ἐπὶ τὸ κάτω προΐοι. Εἰ δὲ τοῦτο ἄτοπον (δεῖ γὰρ εἶναί τι τὸ πρῶτον ὑποκείμενον, ὡς δέδεικται, καὶ τοῦτο ἐν πᾶσι τοῖς γιγνομένοις ἄφθαρτον μένον ἐνυπάρχειν), οὕτως οὖν ἔχοντος εἰς ἄλληλα ἂν τὰ ἐξ αὐτοῦ γιγνόμενα ἀνακάμπτοι, ὡς τὴν θατέρου φθορὰν θατέρου γένεσιν εἶναι. Ἐν ᾧ γὰρ ἂν ἐνυπάρχῃ τῶν ἐξ αὐτῆς γιγνομένων, φυλάξει τε τὴν τοῦ δύνασθαι πάλιν ἐν τούτῳ γενέσθαι, τῷ εἴδει ἐξ οὗ μεταβάλλει δύναμιν. Καὶ αὕτη ἔσται εἰς τὰ γιγνόμενα μεταβάλλουσα, ἀλλ' οὐκ ἀεὶ ἀληθῶς ἐπ' ἄπειρον ἄλλο ἄλλῳ ὑποκείμενον γίγνεται,
a 2. 994 b. Δὲ μεταβάλλουσα εἰς τὰ ἐναντία μεταβάλλει, εἰς ἃ μεταβαλούσης ἀνακάμπτοι ἂν ἡ γένεσις. Καὶ αὕτη ἐστὶν ἡ ἐν τῇ μεταβολῇ τῇ εἰς στέρησιν φθειρομένη (οὐκέτι γὰρ ἂν ἀΐδιος εἴη), ἀλλ' ἄλλο τί ἐστιν ἐξ οὗ οὐχ ἡ πρώτως φθειρομένου γίγνεται· τοῦτο δὲ ἐδείχθη ἐν τῷ Α τῆς Φυσικῆς ἀκροάσεως περὶ στερήσεως. Δείξας δὲ ἐπὶ τῆς ὕλης ὅτι οὐχ οἷόν τε ἐπ' ἄπειρον εἰς τὸ ἄνω τὰ ὕλαια αἴτια προϊέναι, ἑξῆς δείκνυσι πάλιν τὸ αὐτὸ ἐπὶ τῷ τελικῷ αἰτίῳ, λέγει δὲ "ἐπεὶ δὲ τὸ οὗ ἕνεκα τέλος, τοιοῦτον δὲ ὃ μὴ ἄλλου ἕνεκα." Καὶ τὸ λέγει ταὐτόν. Εἰ ἔστι τι οὗ ἕνεκα, τὸ τελικὸν αἴτιον, οὐκ ἐπ' ἄπειρον ἡ πρόοδος τῶν οὕτως αἰτίων· ἔστι γὰρ τὸ τελικὸν αἴτιον οὗ χάριν τὰ ἄλλα, αὐτὸ δὲ οὐδενός, καὶ τοῦτο ἔσχατον. Ὥστε εἰ ἔστιν ἔσχατον αἴτιον ἐν τοῖς φύσει γιγνομένοις, τοῦτο δέ ἐστι τὸ τελικόν, οὐκ ἐπ' ἄπειρον ἡ πρόοδος ἐπὶ τὸ κάτω· εἰ γὰρ εἴη ἐπ' ἄπειρον, οὐκ ἔστι τὸ τελικὸν αἴτιον οὐδὲ τὸ οὗ ἕνεκεν ἐν τοῖς γιγνομένοις φύσει. Ἀλλὰ τὸ λέγειν μὴ εἶναι τὴν τοιαύτην ἐν τοῖς φύσει γιγνομένοις αἰτίαν ἐξαιρεῖν ἐστι τὸ ἀγαθὸν φύσιν ἐκ τῶν γιγνομένων· οὗ γὰρ ἕνεκα τἆλλα γίγνεται, τὸ ἀγαθόν. Τοῦτο δὲ δῆλον ἐκ τῆς ἐπαγωγῆς· "πᾶσα γὰρ τέχνη καὶ πᾶσα μέθοδος, ὁμοίως πρᾶξίς τε καὶ προαίρεσις, ἀγαθοῦ τινὸς ἐφίεται," ὡς εἶπεν ἀρχόμενος τῶν Νικομαχείων. Ἔστι δὲ τὸ κυριώτατον ἀγαθόν, οὗ πάντα ἐφίεται· ὥστε ἐν πᾶσι τοῖς κατὰ λόγον ἢ φύσιν γιγνομένοις τὸ ἀγαθόν ἐστίν· ὅτε γὰρ τὴν ἀρχὴν ἐγχειρεῖ τις πράττειν τι ἢ ποιεῖν, εἰ μὴ μέλλοι τέλος ἄξειν αὐτό. Ὥστε εἰ σκοπὸς τῶν πραττομένων τὸ τέλος καὶ τὸ οὗ ἕνεκα αἴτιον, εἰ τοῦτο μὴ εἴη, οὐκ ἂν τὴν ἀρχὴν εἴη τι γιγνόμενον. Ἔτι ἀναιρεῖται τὸ νῦν εἶναι κατὰ φύσιν ποιητικὰ ἐν τοῖς οὖσιν· πάντα γὰρ τὰ κατὰ φύσιν γιγνόμενα ἕνεκά τινος γίγνεται, μὴ ὄντος δὲ τοῦ οὗ ἕνεκα κατὰ φύσιν γιγνομένων, οὐκ ἂν κατὰ φύσιν τι γίγνοιτο. Ἔτι, ὡς εἶπεν ἐν τοῖς Ἠθικοῖς, μάτην ἂν ἡ ὄρεξις εἴη, εἰ μὴ εἴη τέλος τι πάντων τῶν πρακτῶν, ἀλλ' ἐπ' ἄπειρον ἄλλο ἄλλου χάριν γίγνοιτο. "Καίτοι --- ἐγχειρήσειεν." Δι' ἐναργείας ἔδειξεν ὅτι ἀδύνατον τὴν τοιαύτην αἰτίαν ἐκ τῶν ὄντων ἀνελεῖν. Ἔτι δὲ εἰ ἔστιν ἐφ' ἑκάστῳ τῶν γιγνομένων τέλος ὡρισμένον, οὐκ ἂν ἄπειρον ἡ κατὰ τέλος αἰτία προΐοι. Συνιστήσας δὲ τὸ εἶναι κατὰ τέλος αἰτίαν, μεταλαβὼν τὸ τέλος εἰς τὸ πέρας, ἔδειξεν οὕτως ὅτι οὐκ ἐπ' ἄπειρον πρόεισιν· ὧν γὰρ πέρας ἐστί, ταῦτα οὐκ ἄπειρα.
Русский перевод: «Из... быть». Из возникающих из средних, или не из возникновения, но уже сущих, он говорит, как происходило завершающееся; ибо для них было бы некое завершение, и есть нечто уже сущее среднее. Итак, они поэтому не имеют бесконечного возникновения вниз, потому что имеют некоторый предел, к которому через средние продвигаются; и не потому, что возвращаются друг в друга. К чему он прибавил: «ибо гибель одного есть возникновение другого». Это доказано в "Физике". А «из сущего среднего» он мог сказать как равнозначное: для тех [вещей], где есть средние, для них среднее есть некоторый предел.
«Не... быть». Показав обще, во-первых, что причины не могут восходить в бесконечность, во-вторых, что они не могут и нисходить в бесконечность, теперь для каждой из причин в отдельности он показывает, что ни одна из них не может быть бесконечной, и сперва — что материальная причина не бесконечна. Для доказательства он использует [то, что] при восхождении причин в бесконечность первичный субстрат был бы вечным; ибо если бы он возник, то было бы нечто первичное для него, из какого субстрата он возникал бы, и тогда он уже не был бы первым; но поскольку это не так, то первичный субстрат оказывается вечным и нерожденным. Итак, то, из гибели чего возникает нечто, не есть этот первичный субстрат; но гибнущее [вечно], а первичный субстрат вечен. Ибо материя не гибнет, но остается той же самой. О гибели же первого он сказал не как о том, из чего [оно возникает] само по себе, но и как о гибнущем по совпадению, что нечто возникает и [оно] вечно; ибо по совпадению материя гибнет (поскольку сопутствующее ей и лишенность гибнут в возникновении того, что из материи возникает), а гибнущее само по себе есть нечто иное; сама же по себе она негибнуща. Она гибла бы сама по себе, если бы одно из другого возникало бесконечно и не оставалось бы для всех возникающих тем же самым. И сказанное было бы равнозначно тому, что тот, кто говорит о бесконечном восхождении одной материи из другой, говорил бы о гибели первичного субстрата, который необходимо должен быть вечным, если для него уже нет другого субстрата; и [значит] причины не бесконечны в восхождении. Итак, он говорил бы, что [первичный субстрат] гибнет, если бы он не полагал его субстратом для всех возникающих, остающимся тем же самым, но говорил бы и о гибели субстрата, [так что] следующий субстрат [возникает] после его гибели, и то, что из него возникло, не вечно. Итак, если причины или восходят в бесконечность, необходимо нечто начать, и именно из первой материи возникнуть; если же она возникает [лишь] при ее гибели, то когда движение вечно, тогда и она была бы первой и вечной, и для всех первым субстратом. Итак, не в бесконечность восходит материальная причина. Ибо сказанное весьма кратко. Сказав же «и вместе с тем невозможно, чтобы первое, будучи вечным, погибло», он привел в доказательство того, что первое вечно, «поскольку возникновение не бесконечно вверх», уже не полагая, что поэтому первичный субстрат вечен. Сказав же «но [вещи] возвращаются друг в друга; ибо гибель одного есть возникновение другого», он сохранил это через то, что первичный субстрат, который есть материя в собственном смысле, показал вечным; ибо он гиб бы, если бы не пребывал и не сохранялся во всех возникающих, но возникающее происходило бы из него при его гибели, и опять так из них, и таким образом материальная причина уходила бы в бесконечность вниз. Если же это нелепо (ибо необходимо, чтобы был некий первичный субстрат, как доказано, и чтобы он, оставаясь негибнущим, присутствовал во всех возникающих), то, значит, так обстоит дело, что возникающее из него возвращается друг в друга, так что гибель одного есть возникновение другого. Ибо в чем бы из возникающего из нее [материя] ни присутствовала, она сохранит способность снова стать в этом [возникшем] тем видом, из которого она изменяется. И она будет изменяться в возникающие [вещи], но не всегда поистине в бесконечность одно будет субстратом для другого, но, изменяясь в противоположности, [и] при изменении которых возникновение возвращалось бы назад. И это есть [материя], гибнущая в изменении в лишенность (ибо тогда она не была бы вечной), но есть нечто иное, из чего не при первичной гибели оно возникает; это было показано в первой книге "Физики" о лишенности. Показав на материи, что невозможно, чтобы материальные причины восходили в бесконечность, далее он снова показывает то же самое на целевой причине, говоря: «поскольку то, ради чего, есть цель, а таково то, что не ради другого». И сказать то же самое. Если есть нечто, ради чего, — целевая причина, то не бесконечно продвижение таких причин; ибо целевая причина есть то, ради чего другие, а само ни для чего, и это последнее. Так что если есть последняя причина в природных [вещах], а это есть целевая, то не бесконечно продвижение вниз; ибо если бы оно было бесконечным, то не было бы целевой причины и того, ради чего, в природных [вещах]. Но говорить, что нет такой причины в природных [вещах], — значит устранять благо из природы возникающих; ибо то, ради чего другое возникает, есть благо. Это ясно из индукции: «ибо всякое искусство и всякий метод, подобным же образом действие и выбор, стремятся к некоторому благу», как он сказал, начиная "Никомахову этику". А высшее благо есть то, к чему все стремится; так что во всем, что происходит по разуму или по природе, есть благо; ибо когда кто-то начинает действовать или производить, он [делает это] ради цели, если только не намерен довести это до конца. Так что если цель и причина «ради чего» есть цель того, что делается, то если бы ее не было, вообще ничто не возникало бы. Далее, уничтожается то, что сейчас есть в сущем природные производящие [причины]; ибо все природное возникает ради чего-то, а если нет того, ради чего, то ничто не возникало бы по природе. Далее, как он сказал в "Этике", стремление было бы напрасным, если бы не было некоторой цели для всех дел, но одно ради другого уходило бы в бесконечность. «Однако... предпринял бы». Через очевидность он показал, что невозможно устранить такую причину из сущего. Далее, если для каждого из возникающих есть определенная цель, то причинная цепь по цели не могла бы быть бесконечной. Утвердив же существование причины по цели и заменив цель на предел, он показал таким образом, что она не уходит в бесконечность; ибо у чего есть предел, то не бесконечно.
Глава X. О том, чтоформальная причина не бесконечна, и о природе определений (Книга A, Глава 2)
(А 2. 994 b)
Древнегреческий текст: "Ἀλλὰ --- λόγῳ." Δείκνυσι δὲ ἐπὶ τῆς τοῦ εἴδους αἰτίας (τοῦτο γάρ ἐστι τὸ τί ἦν εἶναι) μὴ γιγνομένην ἐπ' ἄπειρον τὴν πρόοδον, ὡς ἀεὶ τῷ ληφθέντος ὁρισμοῦ ἄλλον πάλιν ὁρισμὸν ἢ ἄλλο τι εἶδος εἶναι. Τοῦτο δὲ ἐδή-
a 2. 994 b. λωσε προσθεὶς τὸ "πλεονάζοντα τῷ λόγῳ." Δοκεῖ γὰρ ὁ ὁρισμὸς τοῦ ὁριστοῦ τῷ λόγῳ πλεονάζειν· ὁ γάρ ἐστι τῇ λέξει ἴσον ἄνθρωπος ἢ ζῷον λογικὸν θνητόν· ἕκαστον δὲ ὁριστὸν ὀνόματος χώραν πρὸς τὸν ἀποδιδόμενον αὐτῷ ὁρισμὸν ἔχει. Δοκεῖ δέ μοι καὶ αὐτὸ τοῦτο ὡς ἄτοπον προσεῖναι· εἰ γὰρ πλεονάζει τὸ ὁριστὸν τῷ λόγῳ, ἐπ' ἄπειρον ἂν οἱ λόγοι αὔξοιντο δι' ὧν οἱ ὁρισμοί· τοῦτο δὲ ἄτοπον. Οὐ δὴ οἷόν τε ἀεὶ τῷ ἀποδοθέντι ὁρισμῷ ὁρισμόν τινα εἶναι, ὡς εἶναι τὸ μὲν ζῷον τὴν οὐσίαν ἔμψυχον αἰσθητικὴν ὁρισμόν, τῷ δὲ ὁρισμῷ τούτῳ πάλιν ἄλλον τινὰ ὁρισμόν, ἢ ἑκάστου τῶν ἐν τῷ ὁρισμῷ. Ὅσῳ γὰρ ἂν πορρωτέρω προέλθοι τῷ προσεχεῖ λόγῳ τοῦ ἀνθρώπου ὃν ὡρίζετο, ἔλαττον ἀποδώσει τὸ εἶδος τοῦ ἀνθρώπου, καὶ ἔλαττον αὐτὸν ὁριεῖ· ἀεὶ γὰρ ὁ πρῶτος καὶ προσεχὴς λόγος ἀποδοθεὶς ὁρισμός ἐστι τοῦ πράγματος, ὁ δὲ ὕστερος οὐκέτι ἐκείνου ἀλλὰ τοῦ περὶ ἐκείνου ἀποδοθέντος. Ἐφ' ὧν οὖν ὁ πρῶτος ἀποδοθεὶς μόνος ἐστὶν ὁρισμός, οὐδ' ἂν ὁ δεύτερος ἢ ὁ τρίτος ἢ ἄλλος τις εἴη· ἕκαστος γὰρ τούτων ὁρισμὸς γίνεται τοῦ πρὸ αὐτοῦ ἀποδοθέντος ὁρισμοῦ, ἀλλ' οὐ τοῦ πράγματος· εἰ δὲ μή ἐστι ὁρισμὸς τὸ πρῶτον ἀποδοθέν, τούτῳ πολὺ ἧττον ἂν εἴη ὁρισμὸς τὸ μὴ πρῶτον ἀποδοθέν. Εἰ γὰρ ὁ μὲν πρῶτος ἀποδοθεὶς ὡς τοῦ πράγματος ἀποδέδοται, ὁ δὲ δεύτερος ὡς τοῦ λόγου τοῦ περὶ τοῦ πράγματος ἀποδεδομένου, εἰ ὁ πρῶτος οὐκ ἔστι τοῦ πράγματος, οὐδ' ἂν ὁ δεύτερος αὐτοῦ εἴη· ἦν γὰρ ἂν οὗτος δυνάμενος αὐτοῦ εἶναι, εἰ ὁ πρῶτος ἀποδεδομένος, καὶ ὁ δεύτερος ἀποδοθείη, ἦν αὐτοῦ. Καθόλου γὰρ ἐν οἷς τὸ πρῶτον οὐκ ἔστιν, οὐδὲ τὸ δεύτερον· τὸ γὰρ δεύτερον πρώτου τινὸς δεύτερον· ὥστε ὧν μή ἐστιν ὁρισμός τις πρῶτος, οὐκ ἂν δεύτερος εἴη. Δύναται δὲ τὸ πρῶτον τὸν ἔσχατον εἰρηκέναι· ὁ γὰρ ἔσχατος λόγος καὶ ἡ ἐσχάτη αἰτία καὶ τὸ ἔσχατον εἶδος, μεθ' ὃ οὐκέτι τὸ διὰ τί ἀπαιτοῖμεν, οὗτος ἂν ὁ κυρίως ὁρισμὸς εἴη, ὃ μὴ ὄντος τοῦ ἐπ' ἄπειρον εἶναι τὴν πρόοδον, οὐκ ἂν τῶν πρὸ αὐτοῦ τις εἴη. Τινὲς ἤκουσαν τὸ "πλεονάζοντα τῷ λόγῳ," ὡς λέγοντος αὐτοῦ, ἀεὶ τῷ πρώτῳ ἀποδοθέντι ὁρισμῷ προστίθεσθαί τι, ὡς πλεονάζειν τὸν δεύτερον τοῦ πρὸ αὐτοῦ κατὰ τὸν λόγον τῷ προστίθεσθαί τι αὐτῷ· οἷον τὸ ἄνθρωπον, εἰ ὁ μὲν πρῶτος εἴη ζῷον πεζὸν δίπουν, ἄλλον δὲ πάλιν ἄλλοἄλλο μὴ
a 2. 994 b. ἔχοντα ἄλλην τινὰ τῶν προειρημένων διαφορὰν προσκειμένην, οἷον ζῷον, ἢ πάλιν τούτῳ ἄλλην, ὡς εἶναι ἐπ' ἄπειρον αὐξανόμενον τὸν πρῶτον ἀποδοθέντα ὅρον.
Русский перевод: «Но... определением». Он показывает на причине формы (а это есть суть бытия), что продвижение не происходит в бесконечность, как будто всегда для взятого определения есть другое определение или другой вид. Это он показал, прибавив «превосходящее в определении». Ибо кажется, что определение определяемого превосходит в [своем] определении; например, человек или разумное смертное животное — это одно и то же по выражению; но каждое определяемое имеет место имени по отношению к приписываемому ему определению. Мне кажется, что и это само по себе присуще как нелепость; ибо если определяемое превосходит в определении, то определения, через которые даются определения, возрастали бы в бесконечность; а это нелепо. Итак, невозможно, чтобы всегда для данного определения было другое определение, так что одно определение — «животное есть одушевленная чувствующая сущность», а для этого определения опять другое определение, или для каждого из того, что в определении. Ибо чем дальше кто-то продвинулся бы по ближайшему определению того человека, которого он определял, тем меньше он передал бы вид человека и тем меньше определил бы его; ибо всегда первое и ближайшее определение, данное, есть определение вещи, а последующее — уже не ее, но того, что было дано о ней. Итак, в тех случаях, где первое данное есть единственное определение, не было бы ни второго, ни третьего, никакого-либо иного; ибо каждое из них становится определением данного перед ним определения, но не вещи; если же первое данное не есть определение, то для него еще меньше было бы определением не первое данное. Ибо если первое дано как определение вещи, а второе — как определение данного определения о вещи, то если первое не есть вещи, то и второе не было бы ее; ибо оно могло бы быть ее, если бы первое было дано, и если бы второе было дано, оно было бы ее. Вообще, там, где нет первого, нет и второго; ибо второе есть второе по отношению к некоторому первому; так что для чего нет первого определения, для того не было бы и второго. Можно [понять] «первое» как «последнее»; ибо последнее определение и последняя причина и последний вид, после которого мы уже не спрашиваем «почему», это и было бы определением в собственном смысле; а если не было бы бесконечного продвижения, то ни одно из предшествующих не было бы [определением]. Некоторые поняли «превосходящее в определении» как [означающее], что он говорит, что к первому данному определению всегда прибавляется нечто, так что второе превосходит первое по определению тем, что к нему прибавляется нечто; например, для человека, если бы первое было «животное, ходящее на двух ногах», а другое опять [другое], не имеющее другой из упомянутых различий, прибавленной, например, «животное», или опять к этому другое, так что первый данный термин возрастал бы в бесконечность.
(А 2. 994 b)
Древнегреческий текст: "Ἔτι -- ἐλθεῖν." Ἄτομα λέγει νῦν τὰ ἀμέσως ὑπάρχοντα· ἐκ γὰρ τῶν προσεχῶς ἢ ἀμέσως ὑπαρχόντων αἱ ἐπιστῆμαι, ὡς εἴρηται ἐν τοῖς Ὑστέροις Ἀναλυτικοῖς· ὃ ἀδύνατόν ἐστιν εἶναι, εἰ τῶν ἐν τῷ ὁρισμῷ παραλαμβανομένων πάντων εἶεν ὁρισμοί, καὶ ἐκ τούτων τῶν ὁρισμῶν ὁ ὁρισμὸς εἴη τῷ προκειμένῳ συμπληρούμενος. Νῦν γὰρ τὸ δι' οὗ ὁρισμόν τινι ὑπάρχειν δειχθὲν κυρίως ὑπάρχειν αὐτῷ δοκεῖ· ἂν δὲ ᾖ παντὸς ὁρισμοῦ ὁρισμὸς ἐπ' ἄπειρον, ἄπειρος μέσος ὅρος ἔσται τῷ τε αἰτίῳ δι' ὃ δείκνυται ὑπάρχον τί τινι, καὶ τῷ ὑποκειμένῳ ᾧ ὑπάρχειν τι δείκνυται. Οὐδέποτε δὲ δυνήσεται ἄμεσόν τι ὑπάρχον ληφθῆναι, εἰ ἀεὶ τὸ εἰλημμένον παντὸς ὁρισμὸς εἴη· οὐ γὰρ ἄμεσως τὸ ζῷον τῷ ἀνθρώπῳ ὑπάρξει, ἀλλὰ διὰ τὸ εἶναι αὐτὸν οὐσίαν ἔμψυχον αἰσθητικήν· πάλιν δὲ αὖ ἡ οὐσία ἔμψυχος αἰσθητικὴ ὑπάρξει αὐτῷ διὰ τὸν ἴδιον ὁρισμόν, πάλιν κἀκεῖνα ὁμοίως δι' ἴδιον ὁρισμόν, καὶ τοῦτο ἐπ' ἄπειρον· ἀεὶ γὰρ οἱ λαμβανόμενοι ὁρισμοὶ τῶν ὁρισμῶν μέσοι ὅροι ἔσονται, δι' ὧν ὑπάρξει τὰ ὧν οἱ ὁρισμοὶ τοῖς ὁριστοῖς. Ἀναιρεθήσονται ἄρα αἱ ἄτομοι καὶ ἄμεσοι προτάσεις, ἀναιρεθεισῶν δὲ ἀναιρεῖται ἐπιστήμη τε καὶ ἀπόδειξις. Τινὲς δὲ ἄτομα λέγουσι τὰ καθ' ἕκαστα, καί φασι τὰς ἐπιστήμας τότε ἐπιστητὸν ἔχειν, ὅταν περὶ ὧν εἰσίν, εὑρίσκωσι ταῦτα τοῖς ἀτόμοις τοῖς οἰκείοις ἐφαρμόττοντα. Τότε γάρ τις ἐπιστήμην ἔχει τῶν τῷ ἀνθρώπῳ ὑπαρχόντων, ὅταν τοῖς καθ' ἕκαστα ἀνθρώποις ἐφαρμόζῃ τὰ λεγόμενα. Οὐχ οἷόν τε δὲ ἐπὶ τὰ ἄτομα ἐλθεῖν, ἐπ' ἄπειρον τῶν αἰτίων ἐπὶ τὸ κάτω τὴν πρόοδον λαμβανόντων· εἰ γὰρ μὴ ἔστι τὸ ἄτομον, οὐχ οἷόν τε δὲ ἐπὶ τοῦτο ἐλθεῖν ἀπείρων ὄντων τῶν μεταξὺ αἰτίων. Ὡς εἶναι τὸ λεγόμενον κοινῶς περὶ πάντων τῶν αἰτίων λεγόμενον, ἀλλ' οὐ περὶ τοῦ εἴδους τε καὶ ὁρισμοῦ μόνον.



